Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.35 Joseph. AJ 12.39 (English) >>Joseph. AJ 12.45

12.37συμβέβηκε δʼ αὐτὰ καὶ ἀμελέστερον ἔδει σεσημάνθαι διὰ τὸ βασιλικῆς οὐ τετυχηκέναι προνοίας. ἔστι δʼ ἀναγκαῖον εἶναι καὶ ταῦτα παρὰ σοὶ διηκριβωμένα· φιλοσοφωτέραν γὰρ καὶ ἀκέραιον τὴν νομοθεσίαν εἶναι συμβέβηκεν ὡς ἂν οὖσαν θεοῦ. 12.38διὸ καὶ τοὺς ποιητὰς αὐτῆς καὶ τοὺς συγγραφεῖς τῶν ἱστοριῶν οὐκ ἐπιμνησθῆναί φησιν Ἑκαταῖος Ἀβδηρίτης οὐδὲ τῶν κατʼ αὐτὴν πολιτευσαμένων ἀνδρῶν, ὡς ἁγνῆς οὔσης καὶ μὴ δέον αὐτὴν βεβήλοις στόμασιν διασαφεῖσθαι. 12.39ἐὰν οὖν σοι δοκῇ, βασιλεῦ, γράψεις τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ, ὅπως ἀποστείλῃ τῶν πρεσβυτέρων ἓξ ἀφʼ ἑκάστης φυλῆς τοὺς ἐμπειροτάτους τῶν νόμων, παρʼ ὧν τὸ τῶν βιβλίων σαφὲς καὶ σύμφωνον ἐκμαθόντες καὶ τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβὲς λαβόντες τῶν πραγμάτων ἀξίως ταῦτα τῆς σῆς προαιρέσεως συναγάγωμεν.” 12.40

Τοιαύτης οὖν τῆς εἰσδόσεως γενομένης βασιλεὺς ἐκέλευσεν τῷ ἀρχιερεῖ τῶν Ἰουδαίων Ἐλεαζάρῳ γραφῆναι περὶ τούτων ἅμα καὶ τὴν ἄφεσιν τῶν δουλευόντων παρʼ αὐτοῖς Ἰουδαίων δηλοῦντας αὐτῷ, καὶ πρὸς κατασκευὴν δὲ κρατήρων καὶ φιαλῶν καὶ σπονδείων ἔπεμψε χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα, λίθων δὲ πολυτελῶν ἀσυλλόγιστόν τι πλῆθος. 12.41προσέταξε δὲ καὶ τοὺς φύλακας τῶν κιβωτῶν, ἐν αἷς ἐτύγχανον οἱ λίθοι, τὴν ἐκλογὴν τοῖς τεχνίταις αὐτοῖς οὗπερ ἂν θελήσωσιν εἴδους ἐπιτρέπειν. διετάξατο δὲ καὶ νομίσματος εἰς θυσίας καὶ τὰς λοιπὰς χρείας πρὸς ἑκατὸν τάλαντα τῷ ἱερεῖ δοθῆναι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.35 Joseph. AJ 12.39 (English) >>Joseph. AJ 12.45

Powered by PhiloLogic